Σάββατο 4 Απριλίου 2020

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 5 ΑΠΡΙΛΙΟΥ 2020


ΤΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ (Μάρκ. ι΄ 32-45) 

Γνωρίζετε τί αἰτεῖσθε; Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· Ὅτι ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ τοῖς γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτόν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου, καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Οἱ δὲ εἶπον αὐτῷ· Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Τὸ μὲν ποτήριον, ὃ ἐγὼ πίνω, πίεσθε· καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ’ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.


Μετάφραση τῆς Εὐαγγελικῆς περικοπῆς 

Ἐκεῖνον τόν καιρόν, ἐπῆρε ὁ Ἰησοῦς κατά μέρος τούς δώδεκα μαθητές του καί ἄρχισε νά τούς λέγῃ τά μέλλοντα νά τοῦ συμβοῦν, ὅτι, «Ἰδού, ἀναβαίνομεν εἰς τά Ἱεροσόλυμα καί ὁ Υἱός τοῦ ἀνθρώπου θά παραδοθῇ εἰς τούς ἀρχιερεῖς καί τούς γραμματεῖς καί θά τόν καταδικάσουν εἰς θάνατον καί θά τόν παραδώσουν εἰς τούς ἐθνικούς. Θά τόν ἐμπαίξουν καί θά τόν μαστιγώσουν, θά τόν φτύσουν καί θά τόν θανατώσουν καί τήν τρίτην ἡμέραν θά ἀναστηθῇ». Καί τόν πλησιάζουν ὁ Ἰάκωβος καί ὁ Ἰωάννης, οἱ υἱοί τοῦ Ζεβεδαίου καί τοῦ λέγουν, «Διδάσκαλε, θέλομεν ἐκεῖνο, πού θά σοῦ ζητήσωμεν, νά μᾶς τό κάνῃς». Αὐτός δέ τούς εἶπε, «Τί θέλετε νά σᾶς κάνω;». Ἐκεῖνοι τοῦ εἶπαν, «Δός μας νά καθήσωμεν ὁ ἕνας εἰς τά δεξιά σου καί ὁ ἄλλος εἰς τά ἀριστερά σου ὅταν ἔλθῃ ἡ ἡμέρα τῆς δόξης σου». Ὁ Ἰησοῦς τούς εἶπε, «Δέν ξέρετε τί ζητᾶτε. Μπορεῖτε νά πιῆτε τό ποτῆρι, πού ἐγώ πίνω καί νά βαπτισθῆτε τό βάπτισμα πού ἐγώ βαπτίζομαι;». Ἐκεῖνοι εἶπαν, «Μποροῦμε». Ὁ Ἰησοῦς τούς εἶπε, «Τό ποτῆρι πού ἐγώ θά πιῶ, θά τό πιῆτε καί θά βαπτισθῆτε τό βάπτισμα, τό ὁποῖον ἐγώ βαπτίζομαι. Τό νά σᾶς βάλω ὅμως νά καθήσετε εἰς τά δεξιά μου ἤ εἰς τά ἀριστερά, δέν εἶναι δικαίωμά μου νά τό δώσω ἀλλ’ εἶναι δι’ ἐκείνους, διά τούς ὁποίους ἔχει ἑτοιμασθῆ». Καί ὅταν οἱ δέκα τό ἄκουσαν, ἄρχισαν νά ἀγανακτοῦν ἐναντίον τοῦ Ἰακώβου καί τοῦ Ἰωάννου. Ὁ δέ Ἰησοῦς τούς ἐκάλεσε καί τούς λέγει, «Ξέρετε ὅτι ἐκεῖνοι πού θεωροῦνται ἄρχοντες τῶν ἐθνῶν, τά καταδυναστεύουν, καί οἱ μεγάλοι ἄνδρες τους τά καταπιέζουν. Μεταξύ σας ὅμως δέν θά συμβαίνῃ τό ἴδιο. Ἀλλ’ ἐκεῖνος πού θέλει νά γίνῃ μεγάλος μεταξύ σας, θά εἶναι ὑπηρέτης σας, καί ἐκεῖνος πού θέλει νά εἶναι μεταξύ σας πρῶτος, θά εἶναι δοῦλος ὅλων. Διότι καί ὁ Υἱός τοῦ ἀνθρώπου δέν ἦλθε νά ὑπηρετηθῇ ἀλλά νά ὑπηρετήσῃ καί νά δώσῃ τήν ζωήν του λύτρον διά πολλούς».